Tuesday 15 December 2015

Μνήμη Αγ. Ελευθερίου

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ' Ἔδωκας σημείωσιν

Σκεῦος ἱερώτατον, Πνεύματος θείου γεγένησαι, τὴν ψυχὴν καθηράμενος, παθῶν ἱερώτατε· ἔνθεν χρῖσμα θεῖον, ἅγιον ἐδέξω, Ἀρχιερεὺς σὺ γεγονώς, καὶ ποδηγέτης λαοῦ θεόφρονος, καὶ μάρτυς ἀπαράτρωτος, τοῦ δι' ἡμᾶς πάθη φέροντος, καὶ ἀπάθειαν βλύσαντος, ἀθλητὰ Ἐλευθέριε.


Σώματος ἠλόγησας, αἰκιζομένου ταῖς μάστιξι, καὶ πυρὶ προσεγγίζοντος τὸν νοῦν γὰρ προσήλωσας, ἀνεικάστω πόθῳ, τῷ ὡραιοτάτῳ, κάλλει τοῦ θείου ἐραστοῦ· οὗ τῷ γλυκίῳ ἐτρώθης ἔρωτι, Μαρτύρων ἐγκαλλώπισμα, Ἀρχιερέων ἀγλάϊσμα, ἀθλητὰ Ἐλευθέριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Καλῶς τὸν ἀγῶνά σε, τεθεαμένη τελέσαντα, ἡ καλῶς σε κυήσασα, τὸν ἴσον ποθήσασα, διανύσαι δρόμον, σοὶ περιπλακεῖσα, μέσον τοῦ σκάμματος σοφέ, καθάπερ δάμαλις ἀποσφάττεται· μεθ' ἧς σε ἱκετεύομεν, ὑπὲρ ἡμῶν Ἐλευθέριε, τὸν Σωτῆρα καὶ Κύριον, ἐκδυσώπει πανόλβιε.

Δόξα... Ἦχος πλ. β'

Ἱερεὺς ἐννομώτατος, μέχρι τέλους ἐχρημάτισας, μάκαρ Ἐλευθέριε· ἱερουργῶν γὰρ τὰ θεῖα καὶ ἄρρητα μυστήρια, τὸ αἷμά σου ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον σεαυτὸν προσήγαγες· διὸ παρρησίαν ἔχων πρὸς αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων σὴν ἀεισέβαστον μνήμην, καὶ τοὺς αὐτὴν γεραίροντας ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων κινδύνων καὶ περιστάσεων.

No comments: